Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Psalms
76
Ψαλμοί
1
2
3
…
74
75
76
77
78
…
148
149
150
1
εἰς
τὸ
τέλος
ἐν
ὕμνοις
ψαλμὸς
τῷ
Ασαφ
ᾠδὴ
πρὸς
τὸν
Ἀσσύριον
γνωστὸς
ἐν
τῇ
Ιουδαίᾳ
ὁ
θεός
ἐν
τῷ
Ισραηλ
μέγα
τὸ
ὄνομα
αὐτοῦ
2
καὶ
ἐγενήθη
ἐν
εἰρήνῃ
ὁ
τόπος
αὐτοῦ
καὶ
τὸ
κατοικητήριον
αὐτοῦ
ἐν
Σιων
3
ἐκεῗ
συνέτριψεν
τὰ
κράτη
τῶν
τόξων
ὅπλον
καὶ
ῥομφαίαν
καὶ
πόλεμον
διάψαλμα
4
φωτίζεις
σὺ
θαυμαστῶς
ἀπὸ
ὀρέων
αἰωνίων
5
ἐταράχθησαν
πάντες
οἱ
ἀσύνετοι
τῇ
καρδίᾳ
ὕπνωσαν
ὕπνον
αὐτῶν
καὶ
οὐχ
εὗρον
οὐδὲν
πάντες
οἱ
ἄνδρες
τοῦ
πλούτου
ταῗς
χερσὶν
αὐτῶν
6
ἀπὸ
ἐπιτιμήσεώς
σου
ὁ
θεὸς
Ιακωβ
ἐνύσταξαν
οἱ
ἐπιβεβηκότες
τοὺς
ἵππους
7
σὺ
φοβερὸς
εἶ
καὶ
τίς
ἀντιστήσεταί
σοι
ἀπὸ
τότε
ἡ
ὀργή
σου
8
ἐκ
τοῦ
οὐρανοῦ
ἠκούτισας
κρίσιν
γῆ
ἐφοβήθη
καὶ
ἡσύχασεν
9
ἐν
τῷ
ἀναστῆναι
εἰς
κρίσιν
τὸν
θεὸν
τοῦ
σῶσαι
πάντας
τοὺς
πραεῗς
τῆς
γῆς
διάψαλμα
10
ὅτι
ἐνθύμιον
ἀνθρώπου
ἐξομολογήσεταί
σοι
καὶ
ἐγκατάλειμμα
ἐνθυμίου
ἑορτάσει
σοι
11
εὔξασθε
καὶ
ἀπόδοτε
κυρίῳ
τῷ
θεῷ
ὑμῶν
πάντες
οἱ
κύκλῳ
αὐτοῦ
οἴσουσιν
δῶρα
12
τῷ
φοβερῷ
καὶ
ἀφαιρουμένῳ
πνεύματα
ἀρχόντων
φοβερῷ
παρὰ
τοῗς
βασιλεῦσι
τῆς
γῆς
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss