Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Psalms
57
Ψαλμοί
1
2
3
…
55
56
57
58
59
…
148
149
150
1
εἰς
τὸ
τέλος
μὴ
διαφθείρῃς
τῷ
Δαυιδ
εἰς
στηλογραφίαν
ἐν
τῷ
αὐτὸν
ἀποδιδράσκειν
ἀπὸ
προσώπου
Σαουλ
εἰς
τὸ
σπήλαιον
ἐλέησόν
με
ὁ
θεός
ἐλέησόν
με
ὅτι
ἐπὶ
σοὶ
πέποιθεν
ἡ
ψυχή
μου
καὶ
ἐν
τῇ
σκιᾷ
τῶν
πτερύγων
σου
ἐλπιῶ
ἕως
οὗ
παρέλθῃ
ἡ
ἀνομία
2
κεκράξομαι
πρὸς
τὸν
θεὸν
τὸν
ὕψιστον
τὸν
θεὸν
τὸν
εὐεργετήσαντά
με
3
ἐξαπέστειλεν
ἐξ
οὐρανοῦ
καὶ
ἔσωσέν
με
ἔδωκεν
εἰς
ὄνειδος
τοὺς
καταπατοῦντάς
με
διάψαλμα
ἐξαπέστειλεν
ὁ
θεὸς
τὸ
ἔλεος
αὐτοῦ
καὶ
τὴν
ἀλήθειαν
αὐτοῦ
4
καὶ
ἐρρύσατο
τὴν
ψυχήν
μου
ἐκ
μέσου
σκύμνων
ἐκοιμήθην
τεταραγμένος
υἱοὶ
ἀνθρώπων
οἱ
ὀδόντες
αὐτῶν
ὅπλον
καὶ
βέλη
καὶ
ἡ
γλῶσσα
αὐτῶν
μάχαιρα
ὀξεῗα
5
ὑψώθητι
ἐπὶ
τοὺς
οὐρανούς
ὁ
θεός
καὶ
ἐπὶ
πᾶσαν
τὴν
γῆν
ἡ
δόξα
σου
6
παγίδα
ἡτοίμασαν
τοῗς
ποσίν
μου
καὶ
κατέκαμψαν
τὴν
ψυχήν
μου
ὤρυξαν
πρὸ
προσώπου
μου
βόθρον
καὶ
ἐνέπεσαν
εἰς
αὐτόν
διάψαλμα
7
ἑτοίμη
ἡ
καρδία
μου
ὁ
θεός
ἑτοίμη
ἡ
καρδία
μου
ᾄσομαι
καὶ
ψαλῶ
8
ἐξεγέρθητι
ἡ
δόξα
μου
ἐξεγέρθητι
ψαλτήριον
καὶ
κιθάρα
ἐξεγερθήσομαι
ὄρθρου
9
ἐξομολογήσομαί
σοι
ἐν
λαοῗς
κύριε
ψαλῶ
σοι
ἐν
ἔθνεσιν
10
ὅτι
ἐμεγαλύνθη
ἕως
τῶν
οὐρανῶν
τὸ
ἔλεός
σου
καὶ
ἕως
τῶν
νεφελῶν
ἡ
ἀλήθειά
σου
11
ὑψώθητι
ἐπὶ
τοὺς
οὐρανούς
ὁ
θεός
καὶ
ἐπὶ
πᾶσαν
τὴν
γῆν
ἡ
δόξα
σου
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss