Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Psalms
51
Ψαλμοί
1
2
3
…
49
50
51
52
53
…
148
149
150
1
εἰς
τὸ
τέλος
ψαλμὸς
τῷ
Δαυιδ
ἐν
τῷ
ἐλθεῗν
πρὸς
αὐτὸν
Ναθαν
τὸν
προφήτην
ἡνίκα
εἰσῆλθεν
πρὸς
Βηρσαβεε
ἐλέησόν
με
ὁ
θεός
κατὰ
τὸ
μέγα
ἔλεός
σου
καὶ
κατὰ
τὸ
πλῆθος
τῶν
οἰκτιρμῶν
σου
ἐξάλειψον
τὸ
ἀνόμημά
μου
2
ἐπὶ
πλεῗον
πλῦνόν
με
ἀπὸ
τῆς
ἀνομίας
μου
καὶ
ἀπὸ
τῆς
ἁμαρτίας
μου
καθάρισόν
με
3
ὅτι
τὴν
ἀνομίαν
μου
ἐγὼ
γινώσκω
καὶ
ἡ
ἁμαρτία
μου
ἐνώπιόν
μού
ἐστιν
διὰ
παντός
4
σοὶ
μόνῳ
ἥμαρτον
καὶ
τὸ
πονηρὸν
ἐνώπιόν
σου
ἐποίησα
ὅπως
ἂν
δικαιωθῇς
ἐν
τοῗς
λόγοις
σου
καὶ
νικήσῃς
ἐν
τῷ
κρίνεσθαί
σε
5
ἰδοὺ
γὰρ
ἐν
ἀνομίαις
συνελήμφθην
καὶ
ἐν
ἁμαρτίαις
ἐκίσσησέν
με
ἡ
μήτηρ
μου
6
ἰδοὺ
γὰρ
ἀλήθειαν
ἠγάπησας
τὰ
ἄδηλα
καὶ
τὰ
κρύφια
τῆς
σοφίας
σου
ἐδήλωσάς
μοι
7
ῥαντιεῗς
με
ὑσσώπῳ
καὶ
καθαρισθήσομαι
πλυνεῗς
με
καὶ
ὑπὲρ
χιόνα
λευκανθήσομαι
8
ἀκουτιεῗς
με
ἀγαλλίασιν
καὶ
εὐφροσύνην
ἀγαλλιάσονται
ὀστᾶ
τεταπεινωμένα
9
ἀπόστρεψον
τὸ
πρόσωπόν
σου
ἀπὸ
τῶν
ἁμαρτιῶν
μου
καὶ
πάσας
τὰς
ἀνομίας
μου
ἐξάλειψον
10
καρδίαν
καθαρὰν
κτίσον
ἐν
ἐμοί
ὁ
θεός
καὶ
πνεῦμα
εὐθὲς
ἐγκαίνισον
ἐν
τοῗς
ἐγκάτοις
μου
11
μὴ
ἀπορρίψῃς
με
ἀπὸ
τοῦ
προσώπου
σου
καὶ
τὸ
πνεῦμα
τὸ
ἅγιόν
σου
μὴ
ἀντανέλῃς
ἀπ
ἐμοῦ
12
ἀπόδος
μοι
τὴν
ἀγαλλίασιν
τοῦ
σωτηρίου
σου
καὶ
πνεύματι
ἡγεμονικῷ
στήρισόν
με
13
διδάξω
ἀνόμους
τὰς
ὁδούς
σου
καὶ
ἀσεβεῗς
ἐπὶ
σὲ
ἐπιστρέψουσιν
14
ῥῦσαί
με
ἐξ
αἱμάτων
ὁ
θεὸς
ὁ
θεὸς
τῆς
σωτηρίας
μου
ἀγαλλιάσεται
ἡ
γλῶσσά
μου
τὴν
δικαιοσύνην
σου
15
κύριε
τὰ
χείλη
μου
ἀνοίξεις
καὶ
τὸ
στόμα
μου
ἀναγγελεῗ
τὴν
αἴνεσίν
σου
16
ὅτι
εἰ
ἠθέλησας
θυσίαν
ἔδωκα
ἄν
ὁλοκαυτώματα
οὐκ
εὐδοκήσεις
17
θυσία
τῷ
θεῷ
πνεῦμα
συντετριμμένον
καρδίαν
συντετριμμένην
καὶ
τεταπεινωμένην
ὁ
θεὸς
οὐκ
ἐξουθενώσει
18
ἀγάθυνον
κύριε
ἐν
τῇ
εὐδοκίᾳ
σου
τὴν
Σιων
καὶ
οἰκοδομηθήτω
τὰ
τείχη
Ιερουσαλημ
19
τότε
εὐδοκήσεις
θυσίαν
δικαιοσύνης
ἀναφορὰν
καὶ
ὁλοκαυτώματα
τότε
ἀνοίσουσιν
ἐπὶ
τὸ
θυσιαστήριόν
σου
μόσχους
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss