Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Psalms
47
Ψαλμοί
1
2
3
…
45
46
47
48
49
…
148
149
150
1
εἰς
τὸ
τέλος
ὑπὲρ
τῶν
υἱῶν
Κορε
ψαλμός
πάντα
τὰ
ἔθνη
κροτήσατε
χεῗρας
ἀλαλάξατε
τῷ
θεῷ
ἐν
φωνῇ
ἀγαλλιάσεως
2
ὅτι
κύριος
ὕψιστος
φοβερός
βασιλεὺς
μέγας
ἐπὶ
πᾶσαν
τὴν
γῆν
3
ὑπέταξεν
λαοὺς
ἡμῗν
καὶ
ἔθνη
ὑπὸ
τοὺς
πόδας
ἡμῶν
4
ἐξελέξατο
ἡμῗν
τὴν
κληρονομίαν
αὐτοῦ
τὴν
καλλονὴν
Ιακωβ
ἣν
ἠγάπησεν
διάψαλμα
5
ἀνέβη
ὁ
θεὸς
ἐν
ἀλαλαγμῷ
κύριος
ἐν
φωνῇ
σάλπιγγος
6
ψάλατε
τῷ
θεῷ
ἡμῶν
ψάλατε
ψάλατε
τῷ
βασιλεῗ
ἡμῶν
ψάλατε
7
ὅτι
βασιλεὺς
πάσης
τῆς
γῆς
ὁ
θεός
ψάλατε
συνετῶς
8
ἐβασίλευσεν
ὁ
θεὸς
ἐπὶ
τὰ
ἔθνη
ὁ
θεὸς
κάθηται
ἐπὶ
θρόνου
ἁγίου
αὐτοῦ
9
ἄρχοντες
λαῶν
συνήχθησαν
μετὰ
τοῦ
θεοῦ
Αβρααμ
ὅτι
τοῦ
θεοῦ
οἱ
κραταιοὶ
τῆς
γῆς
σφόδρα
ἐπήρθησαν
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss