Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Psalms
44
Ψαλμοί
1
2
3
…
42
43
44
45
46
…
148
149
150
1
εἰς
τὸ
τέλος
τοῗς
υἱοῗς
Κορε
εἰς
σύνεσιν
ψαλμός
ὁ
θεός
ἐν
τοῗς
ὠσὶν
ἡμῶν
ἠκούσαμεν
οἱ
πατέρες
ἡμῶν
ἀνήγγειλαν
ἡμῗν
ἔργον
ὃ
εἰργάσω
ἐν
ταῗς
ἡμέραις
αὐτῶν
ἐν
ἡμέραις
ἀρχαίαις
2
ἡ
χείρ
σου
ἔθνη
ἐξωλέθρευσεν
καὶ
κατεφύτευσας
αὐτούς
ἐκάκωσας
λαοὺς
καὶ
ἐξέβαλες
αὐτούς
3
οὐ
γὰρ
ἐν
τῇ
ῥομφαίᾳ
αὐτῶν
ἐκληρονόμησαν
γῆν
καὶ
ὁ
βραχίων
αὐτῶν
οὐκ
ἔσωσεν
αὐτούς
ἀλλ
ἡ
δεξιά
σου
καὶ
ὁ
βραχίων
σου
καὶ
ὁ
φωτισμὸς
τοῦ
προσώπου
σου
ὅτι
εὐδόκησας
ἐν
αὐτοῗς
4
σὺ
εἶ
αὐτὸς
ὁ
βασιλεύς
μου
καὶ
ὁ
θεός
μου
ὁ
ἐντελλόμενος
τὰς
σωτηρίας
Ιακωβ
5
ἐν
σοὶ
τοὺς
ἐχθροὺς
ἡμῶν
κερατιοῦμεν
καὶ
ἐν
τῷ
ὀνόματί
σου
ἐξουθενώσομεν
τοὺς
ἐπανιστανομένους
ἡμῗν
6
οὐ
γὰρ
ἐπὶ
τῷ
τόξῳ
μου
ἐλπιῶ
καὶ
ἡ
ῥομφαία
μου
οὐ
σώσει
με
7
ἔσωσας
γὰρ
ἡμᾶς
ἐκ
τῶν
θλιβόντων
ἡμᾶς
καὶ
τοὺς
μισοῦντας
ἡμᾶς
κατῄσχυνας
8
ἐν
τῷ
θεῷ
ἐπαινεσθησόμεθα
ὅλην
τὴν
ἡμέραν
καὶ
ἐν
τῷ
ὀνόματί
σου
ἐξομολογησόμεθα
εἰς
τὸν
αἰῶνα
διάψαλμα
9
νυνὶ
δὲ
ἀπώσω
καὶ
κατῄσχυνας
ἡμᾶς
καὶ
οὐκ
ἐξελεύσῃ
ἐν
ταῗς
δυνάμεσιν
ἡμῶν
10
ἀπέστρεψας
ἡμᾶς
εἰς
τὰ
ὀπίσω
παρὰ
τοὺς
ἐχθροὺς
ἡμῶν
καὶ
οἱ
μισοῦντες
ἡμᾶς
διήρπαζον
ἑαυτοῗς
11
ἔδωκας
ἡμᾶς
ὡς
πρόβατα
βρώσεως
καὶ
ἐν
τοῗς
ἔθνεσιν
διέσπειρας
ἡμᾶς
12
ἀπέδου
τὸν
λαόν
σου
ἄνευ
τιμῆς
καὶ
οὐκ
ἦν
πλῆθος
ἐν
τοῗς
ἀλλάγμασιν
αὐτῶν
13
ἔθου
ἡμᾶς
ὄνειδος
τοῗς
γείτοσιν
ἡμῶν
μυκτηρισμὸν
καὶ
καταγέλωτα
τοῗς
κύκλῳ
ἡμῶν
14
ἔθου
ἡμᾶς
εἰς
παραβολὴν
ἐν
τοῗς
ἔθνεσιν
κίνησιν
κεφαλῆς
ἐν
τοῗς
λαοῗς
15
ὅλην
τὴν
ἡμέραν
ἡ
ἐντροπή
μου
κατεναντίον
μού
ἐστιν
καὶ
ἡ
αἰσχύνη
τοῦ
προσώπου
μου
ἐκάλυψέν
με
16
ἀπὸ
φωνῆς
ὀνειδίζοντος
καὶ
παραλαλοῦντος
ἀπὸ
προσώπου
ἐχθροῦ
καὶ
ἐκδιώκοντος
17
ταῦτα
πάντα
ἦλθεν
ἐφ
ἡμᾶς
καὶ
οὐκ
ἐπελαθόμεθά
σου
καὶ
οὐκ
ἠδικήσαμεν
ἐν
διαθήκῃ
σου
18
καὶ
οὐκ
ἀπέστη
εἰς
τὰ
ὀπίσω
ἡ
καρδία
ἡμῶν
καὶ
ἐξέκλινας
τὰς
τρίβους
ἡμῶν
ἀπὸ
τῆς
ὁδοῦ
σου
19
ὅτι
ἐταπείνωσας
ἡμᾶς
ἐν
τόπῳ
κακώσεως
καὶ
ἐπεκάλυψεν
ἡμᾶς
σκιὰ
θανάτου
20
εἰ
ἐπελαθόμεθα
τοῦ
ὀνόματος
τοῦ
θεοῦ
ἡμῶν
καὶ
εἰ
διεπετάσαμεν
χεῗρας
ἡμῶν
πρὸς
θεὸν
ἀλλότριον
21
οὐχὶ
ὁ
θεὸς
ἐκζητήσει
ταῦτα
αὐτὸς
γὰρ
γινώσκει
τὰ
κρύφια
τῆς
καρδίας
22
ὅτι
ἕνεκα
σοῦ
θανατούμεθα
ὅλην
τὴν
ἡμέραν
ἐλογίσθημεν
ὡς
πρόβατα
σφαγῆς
23
ἐξεγέρθητι
ἵνα
τί
ὑπνοῗς
κύριε
ἀνάστηθι
καὶ
μὴ
ἀπώσῃ
εἰς
τέλος
24
ἵνα
τί
τὸ
πρόσωπόν
σου
ἀποστρέφεις
ἐπιλανθάνῃ
τῆς
πτωχείας
ἡμῶν
καὶ
τῆς
θλίψεως
ἡμῶν
25
ὅτι
ἐταπεινώθη
εἰς
χοῦν
ἡ
ψυχὴ
ἡμῶν
ἐκολλήθη
εἰς
γῆν
ἡ
γαστὴρ
ἡμῶν
26
ἀνάστα
κύριε
βοήθησον
ἡμῗν
καὶ
λύτρωσαι
ἡμᾶς
ἕνεκεν
τοῦ
ὀνόματός
σου
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss