Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Psalms
20
Ψαλμοί
1
2
3
…
18
19
20
21
22
…
148
149
150
1
εἰς
τὸ
τέλος
ψαλμὸς
τῷ
Δαυιδ
ἐπακούσαι
σου
κύριος
ἐν
ἡμέρᾳ
θλίψεως
ὑπερασπίσαι
σου
τὸ
ὄνομα
τοῦ
θεοῦ
Ιακωβ
2
ἐξαποστείλαι
σοι
βοήθειαν
ἐξ
ἁγίου
καὶ
ἐκ
Σιων
ἀντιλάβοιτό
σου
3
μνησθείη
πάσης
θυσίας
σου
καὶ
τὸ
ὁλοκαύτωμά
σου
πιανάτω
διάψαλμα
4
δῴη
σοι
κατὰ
τὴν
καρδίαν
σου
καὶ
πᾶσαν
τὴν
βουλήν
σου
πληρώσαι
5
ἀγαλλιασόμεθα
ἐν
τῷ
σωτηρίῳ
σου
καὶ
ἐν
ὀνόματι
θεοῦ
ἡμῶν
μεγαλυνθησόμεθα
πληρώσαι
κύριος
πάντα
τὰ
αἰτήματά
σου
6
νῦν
ἔγνων
ὅτι
ἔσωσεν
κύριος
τὸν
χριστὸν
αὐτοῦ
ἐπακούσεται
αὐτοῦ
ἐξ
οὐρανοῦ
ἁγίου
αὐτοῦ
ἐν
δυναστείαις
ἡ
σωτηρία
τῆς
δεξιᾶς
αὐτοῦ
7
οὗτοι
ἐν
ἅρμασιν
καὶ
οὗτοι
ἐν
ἵπποις
ἡμεῗς
δὲ
ἐν
ὀνόματι
κυρίου
θεοῦ
ἡμῶν
μεγαλυνθησόμεθα
8
αὐτοὶ
συνεποδίσθησαν
καὶ
ἔπεσαν
ἡμεῗς
δὲ
ἀνέστημεν
καὶ
ἀνωρθώθημεν
9
κύριε
σῶσον
τὸν
βασιλέα
σου
καὶ
ἐπάκουσον
ἡμῶν
ἐν
ᾗ
ἂν
ἡμέρᾳ
ἐπικαλεσώμεθά
σε
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss