Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Psalms
17
Ψαλμοί
1
2
3
…
15
16
17
18
19
…
148
149
150
1
προσευχὴ
τοῦ
Δαυιδ
εἰσάκουσον
κύριε
τῆς
δικαιοσύνης
μου
πρόσχες
τῇ
δεήσει
μου
ἐνώτισαι
τῆς
προσευχῆς
μου
οὐκ
ἐν
χείλεσιν
δολίοις
2
ἐκ
προσώπου
σου
τὸ
κρίμα
μου
ἐξέλθοι
οἱ
ὀφθαλμοί
μου
ἰδέτωσαν
εὐθύτητας
3
ἐδοκίμασας
τὴν
καρδίαν
μου
ἐπεσκέψω
νυκτός
ἐπύρωσάς
με
καὶ
οὐχ
εὑρέθη
ἐν
ἐμοὶ
ἀδικία
4
ὅπως
ἂν
μὴ
λαλήσῃ
τὸ
στόμα
μου
τὰ
ἔργα
τῶν
ἀνθρώπων
διὰ
τοὺς
λόγους
τῶν
χειλέων
σου
ἐγὼ
ἐφύλαξα
ὁδοὺς
σκληράς
5
κατάρτισαι
τὰ
διαβήματά
μου
ἐν
ταῗς
τρίβοις
σου
ἵνα
μὴ
σαλευθῶσιν
τὰ
διαβήματά
μου
6
ἐγὼ
ἐκέκραξα
ὅτι
ἐπήκουσάς
μου
ὁ
θεός
κλῗνον
τὸ
οὖς
σου
ἐμοὶ
καὶ
εἰσάκουσον
τῶν
ῥημάτων
μου
7
θαυμάστωσον
τὰ
ἐλέη
σου
ὁ
σῴζων
τοὺς
ἐλπίζοντας
ἐπὶ
σὲ
ἐκ
τῶν
ἀνθεστηκότων
τῇ
δεξιᾷ
σου
8
φύλαξόν
με
ὡς
κόραν
ὀφθαλμοῦ
ἐν
σκέπῃ
τῶν
πτερύγων
σου
σκεπάσεις
με
9
ἀπὸ
προσώπου
ἀσεβῶν
τῶν
ταλαιπωρησάντων
με
οἱ
ἐχθροί
μου
τὴν
ψυχήν
μου
περιέσχον
10
τὸ
στέαρ
αὐτῶν
συνέκλεισαν
τὸ
στόμα
αὐτῶν
ἐλάλησεν
ὑπερηφανίαν
11
ἐκβάλλοντές
με
νυνὶ
περιεκύκλωσάν
με
τοὺς
ὀφθαλμοὺς
αὐτῶν
ἔθεντο
ἐκκλῗναι
ἐν
τῇ
γῇ
12
ὑπέλαβόν
με
ὡσεὶ
λέων
ἕτοιμος
εἰς
θήραν
καὶ
ὡσεὶ
σκύμνος
οἰκῶν
ἐν
ἀποκρύφοις
13
ἀνάστηθι
κύριε
πρόφθασον
αὐτοὺς
καὶ
ὑποσκέλισον
αὐτούς
ῥῦσαι
τὴν
ψυχήν
μου
ἀπὸ
ἀσεβοῦς
ῥομφαίαν
σου
ἀπὸ
ἐχθρῶν
τῆς
χειρός
σου
14
κύριε
ἀπὸ
ὀλίγων
ἀπὸ
γῆς
διαμέρισον
αὐτοὺς
ἐν
τῇ
ζωῇ
αὐτῶν
καὶ
τῶν
κεκρυμμένων
σου
ἐπλήσθη
ἡ
γαστὴρ
αὐτῶν
ἐχορτάσθησαν
υἱῶν
καὶ
ἀφῆκαν
τὰ
κατάλοιπα
τοῗς
νηπίοις
αὐτῶν
15
ἐγὼ
δὲ
ἐν
δικαιοσύνῃ
ὀφθήσομαι
τῷ
προσώπῳ
σου
χορτασθήσομαι
ἐν
τῷ
ὀφθῆναι
τὴν
δόξαν
σου
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss