Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Psalms
143
Ψαλμοί
1
2
3
…
141
142
143
144
145
…
148
149
150
1
ψαλμὸς
τῷ
Δαυιδ
ὅτε
αὐτὸν
ὁ
υἱὸς
καταδιώκει
κύριε
εἰσάκουσον
τῆς
προσευχῆς
μου
ἐνώτισαι
τὴν
δέησίν
μου
ἐν
τῇ
ἀληθείᾳ
σου
ἐπάκουσόν
μου
ἐν
τῇ
δικαιοσύνῃ
σου
2
καὶ
μὴ
εἰσέλθῃς
εἰς
κρίσιν
μετὰ
τοῦ
δούλου
σου
ὅτι
οὐ
δικαιωθήσεται
ἐνώπιόν
σου
πᾶς
ζῶν
3
ὅτι
κατεδίωξεν
ὁ
ἐχθρὸς
τὴν
ψυχήν
μου
ἐταπείνωσεν
εἰς
γῆν
τὴν
ζωήν
μου
ἐκάθισέν
με
ἐν
σκοτεινοῗς
ὡς
νεκροὺς
αἰῶνος
4
καὶ
ἠκηδίασεν
ἐπ
ἐμὲ
τὸ
πνεῦμά
μου
ἐν
ἐμοὶ
ἐταράχθη
ἡ
καρδία
μου
5
ἐμνήσθην
ἡμερῶν
ἀρχαίων
καὶ
ἐμελέτησα
ἐν
πᾶσι
τοῗς
ἔργοις
σου
ἐν
ποιήμασιν
τῶν
χειρῶν
σου
ἐμελέτων
6
διεπέτασα
τὰς
χεῗράς
μου
πρὸς
σέ
ἡ
ψυχή
μου
ὡς
γῆ
ἄνυδρός
σοι
διάψαλμα
7
ταχὺ
εἰσάκουσόν
μου
κύριε
ἐξέλιπεν
τὸ
πνεῦμά
μου
μὴ
ἀποστρέψῃς
τὸ
πρόσωπόν
σου
ἀπ
ἐμοῦ
καὶ
ὁμοιωθήσομαι
τοῗς
καταβαίνουσιν
εἰς
λάκκον
8
ἀκουστὸν
ποίησόν
μοι
τὸ
πρωὶ
τὸ
ἔλεός
σου
ὅτι
ἐπὶ
σοὶ
ἤλπισα
γνώρισόν
μοι
κύριε
ὁδὸν
ἐν
ᾗ
πορεύσομαι
ὅτι
πρὸς
σὲ
ἦρα
τὴν
ψυχήν
μου
9
ἐξελοῦ
με
ἐκ
τῶν
ἐχθρῶν
μου
κύριε
ὅτι
πρὸς
σὲ
κατέφυγον
10
δίδαξόν
με
τοῦ
ποιεῗν
τὸ
θέλημά
σου
ὅτι
σὺ
εἶ
ὁ
θεός
μου
τὸ
πνεῦμά
σου
τὸ
ἀγαθὸν
ὁδηγήσει
με
ἐν
γῇ
εὐθείᾳ
11
ἕνεκα
τοῦ
ὀνόματός
σου
κύριε
ζήσεις
με
ἐν
τῇ
δικαιοσύνῃ
σου
ἐξάξεις
ἐκ
θλίψεως
τὴν
ψυχήν
μου
12
καὶ
ἐν
τῷ
ἐλέει
σου
ἐξολεθρεύσεις
τοὺς
ἐχθρούς
μου
καὶ
ἀπολεῗς
πάντας
τοὺς
θλίβοντας
τὴν
ψυχήν
μου
ὅτι
δοῦλός
σού
εἰμι
ἐγώ
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss