Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Job
36
Ἰώβ
1
2
3
…
34
35
36
37
38
…
40
41
42
1
προσθεὶς
δὲ
Ελιους
ἔτι
λέγει
2
μεῗνόν
με
μικρὸν
ἔτι
ἵνα
διδάξω
σε
ἔτι
γὰρ
ἐν
ἐμοί
ἐστιν
λέξις
3
ἀναλαβὼν
τὴν
ἐπιστήμην
μου
μακρὰν
ἔργοις
δέ
μου
δίκαια
ἐρῶ
4
ἐπ
ἀληθείας
καὶ
οὐκ
ἄδικα
ῥήματα
ἀδίκως
συνίεις
5
γίγνωσκε
δὲ
ὅτι
ὁ
κύριος
οὐ
μὴ
ἀποποιήσηται
τὸν
ἄκακον
δυνατὸς
ἰσχύι
καρδίας
6
ἀσεβῆ
οὐ
μὴ
ζωοποιήσει
καὶ
κρίμα
πτωχῶν
δώσει
7
οὐκ
ἀφελεῗ
ἀπὸ
δικαίου
ὀφθαλμοὺς
αὐτοῦ
καὶ
μετὰ
βασιλέων
εἰς
θρόνον
καὶ
καθιεῗ
αὐτοὺς
εἰς
νεῗκος
καὶ
ὑψωθήσονται
8
καὶ
εἰ
πεπεδημένοι
ἐν
χειροπέδαις
συσχεθήσονται
ἐν
σχοινίοις
πενίας
9
καὶ
ἀναγγελεῗ
αὐτοῗς
τὰ
ἔργα
αὐτῶν
καὶ
τὰ
παραπτώματα
αὐτῶν
ὅτι
ἰσχύσουσιν
10
ἀλλὰ
τοῦ
δικαίου
εἰσακούσεται
καὶ
εἶπεν
ὅτι
ἐπιστραφήσονται
ἐξ
ἀδικίας
11
ἐὰν
ἀκούσωσιν
καὶ
δουλεύσωσιν
συντελέσουσιν
τὰς
ἡμέρας
αὐτῶν
ἐν
ἀγαθοῗς
καὶ
τὰ
ἔτη
αὐτῶν
ἐν
εὐπρεπείαις
12
ἀσεβεῗς
δὲ
οὐ
διασῴζει
παρὰ
τὸ
μὴ
βούλεσθαι
εἰδέναι
αὐτοὺς
τὸν
κύριον
καὶ
διότι
νουθετούμενοι
ἀνήκοοι
ἦσαν
13
καὶ
ὑποκριταὶ
καρδίᾳ
τάξουσιν
θυμόν
οὐ
βοήσονται
ὅτι
ἔδησεν
αὐτούς
14
ἀποθάνοι
τοίνυν
ἐν
νεότητι
ἡ
ψυχὴ
αὐτῶν
ἡ
δὲ
ζωὴ
αὐτῶν
τιτρωσκομένη
ὑπὸ
ἀγγέλων
15
ἀνθ
ὧν
ἔθλιψαν
ἀσθενῆ
καὶ
ἀδύνατον
κρίμα
δὲ
πραέων
ἐκθήσει
16
καὶ
προσέτι
ἠπάτησέν
σε
ἐκ
στόματος
ἐχθροῦ
ἄβυσσος
κατάχυσις
ὑποκάτω
αὐτῆς
καὶ
κατέβη
τράπεζά
σου
πλήρης
πιότητος
17
οὐχ
ὑστερήσει
δὲ
ἀπὸ
δικαίων
κρίμα
18
θυμὸς
δὲ
ἐπ
ἀσεβεῗς
ἔσται
δι
ἀσέβειαν
δώρων
ὧν
ἐδέχοντο
ἐπ
ἀδικίαις
19
μή
σε
ἐκκλινάτω
ἑκὼν
ὁ
νοῦς
δεήσεως
ἐν
ἀνάγκῃ
ὄντων
ἀδυνάτων
καὶ
πάντας
τοὺς
κραταιοῦντας
ἰσχύν
20
μὴ
ἐξελκύσῃς
τὴν
νύκτα
τοῦ
ἀναβῆναι
λαοὺς
ἀντ
αὐτῶν
21
ἀλλὰ
φύλαξαι
μὴ
πράξῃς
ἄτοπα
ἐπὶ
τοῦτον
γὰρ
ἐξείλω
ἀπὸ
πτωχείας
22
ἰδοὺ
ὁ
ἰσχυρὸς
κραταιώσει
ἐν
ἰσχύι
αὐτοῦ
τίς
γάρ
ἐστιν
κατ
αὐτὸν
δυνάστης
23
τίς
δέ
ἐστιν
ὁ
ἐτάζων
αὐτοῦ
τὰ
ἔργα
ἢ
τίς
ὁ
εἴπας
ἔπραξεν
ἄδικα
24
μνήσθητι
ὅτι
μεγάλα
ἐστὶν
αὐτοῦ
τὰ
ἔργα
ὧν
ἦρξαν
ἄνδρες
25
πᾶς
ἄνθρωπος
εἶδεν
ἐν
ἑαυτῷ
ὅσοι
τιτρωσκόμενοί
εἰσιν
βροτοί
26
ἰδοὺ
ὁ
ἰσχυρὸς
πολύς
καὶ
οὐ
γνωσόμεθα
ἀριθμὸς
ἐτῶν
αὐτοῦ
καὶ
ἀπέραντος
27
ἀριθμηταὶ
δὲ
αὐτῷ
σταγόνες
ὑετοῦ
καὶ
ἐπιχυθήσονται
ὑετῷ
εἰς
νεφέλην
28
ῥυήσονται
παλαιώματα
ἐσκίασεν
δὲ
νέφη
ἐπὶ
ἀμυθήτων
βροτῶν
29
καὶ
ἐὰν
συνῇ
ἀπεκτάσεις
νεφέλης
ἰσότητα
σκηνῆς
αὐτοῦ
30
ἰδοὺ
ἐκτείνει
ἐπ
αὐτὸν
ηδω
καὶ
ῥιζώματα
τῆς
θαλάσσης
ἐκάλυψεν
31
ἐν
γὰρ
αὐτοῗς
κρινεῗ
λαούς
δώσει
τροφὴν
τῷ
ἰσχύοντι
32
ἐπὶ
χειρῶν
ἐκάλυψεν
φῶς
καὶ
ἐνετείλατο
περὶ
αὐτῆς
ἐν
ἀπαντῶντι
33
ἀναγγελεῗ
περὶ
αὐτοῦ
φίλον
αὐτοῦ
κτῆσις
καὶ
περὶ
ἀδικίας
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss