Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Job
28
Ἰώβ
1
2
3
…
26
27
28
29
30
…
40
41
42
1
ἔστιν
γὰρ
ἀργυρίῳ
τόπος
ὅθεν
γίνεται
τόπος
δὲ
χρυσίῳ
ὅθεν
διηθεῗται
2
σίδηρος
μὲν
γὰρ
ἐκ
γῆς
γίνεται
χαλκὸς
δὲ
ἴσα
λίθῳ
λατομεῗται
3
τάξιν
ἔθετο
σκότει
καὶ
πᾶν
πέρας
αὐτὸς
ἐξακριβάζεται
λίθος
σκοτία
καὶ
σκιὰ
θανάτου
4
διακοπὴ
χειμάρρου
ἀπὸ
κονίας
οἱ
δὲ
ἐπιλανθανόμενοι
ὁδὸν
δικαίαν
ἠσθένησαν
ἐκ
βροτῶν
5
γῆ
ἐξ
αὐτῆς
ἐξελεύσεται
ἄρτος
ὑποκάτω
αὐτῆς
ἐστράφη
ὡσεὶ
πῦρ
6
τόπος
σαπφείρου
οἱ
λίθοι
αὐτῆς
καὶ
χῶμα
χρυσίον
αὐτῷ
7
τρίβος
οὐκ
ἔγνω
αὐτὴν
πετεινόν
καὶ
οὐ
παρέβλεψεν
αὐτὴν
ὀφθαλμὸς
γυπός
8
οὐκ
ἐπάτησαν
αὐτὴν
υἱοὶ
ἀλαζόνων
οὐ
παρῆλθεν
ἐπ
αὐτῆς
λέων
9
ἐν
ἀκροτόμῳ
ἐξέτεινεν
χεῗρα
αὐτοῦ
κατέστρεψεν
δὲ
ἐκ
ῥιζῶν
ὄρη
10
δίνας
δὲ
ποταμῶν
ἔρρηξεν
πᾶν
δὲ
ἔντιμον
εἶδέν
μου
ὁ
ὀφθαλμός
11
βάθη
δὲ
ποταμῶν
ἀνεκάλυψεν
ἔδειξεν
δὲ
ἑαυτοῦ
δύναμιν
εἰς
φῶς
12
ἡ
δὲ
σοφία
πόθεν
εὑρέθη
ποῗος
δὲ
τόπος
ἐστὶν
τῆς
ἐπιστήμης
13
οὐκ
οἶδεν
βροτὸς
ὁδὸν
αὐτῆς
οὐδὲ
μὴ
εὑρεθῇ
ἐν
ἀνθρώποις
14
ἄβυσσος
εἶπεν
οὐκ
ἔστιν
ἐν
ἐμοί
καὶ
θάλασσα
εἶπεν
οὐκ
ἔστιν
μετ
ἐμοῦ
15
οὐ
δώσει
συγκλεισμὸν
ἀντ
αὐτῆς
καὶ
οὐ
σταθήσεται
ἀργύριον
ἀντάλλαγμα
αὐτῆς
16
καὶ
οὐ
συμβασταχθήσεται
χρυσίῳ
Ωφιρ
ἐν
ὄνυχι
τιμίῳ
καὶ
σαπφείρῳ
17
οὐκ
ἰσωθήσεται
αὐτῇ
χρυσίον
καὶ
ὕαλος
καὶ
τὸ
ἄλλαγμα
αὐτῆς
σκεύη
χρυσᾶ
18
μετέωρα
καὶ
γαβις
οὐ
μνησθήσεται
καὶ
ἕλκυσον
σοφίαν
ὑπὲρ
τὰ
ἐσώτατα
19
οὐκ
ἰσωθήσεται
αὐτῇ
τοπάζιον
Αἰθιοπίας
χρυσίῳ
καθαρῷ
οὐ
συμβασταχθήσεται
20
ἡ
δὲ
σοφία
πόθεν
εὑρέθη
ποῗος
δὲ
τόπος
ἐστὶν
τῆς
συνέσεως
21
λέληθεν
πάντα
ἄνθρωπον
καὶ
ἀπὸ
πετεινῶν
τοῦ
οὐρανοῦ
ἐκρύβη
22
ἡ
ἀπώλεια
καὶ
ὁ
θάνατος
εἶπαν
ἀκηκόαμεν
δὲ
αὐτῆς
τὸ
κλέος
23
ὁ
θεὸς
εὖ
συνέστησεν
αὐτῆς
τὴν
ὁδόν
αὐτὸς
δὲ
οἶδεν
τὸν
τόπον
αὐτῆς
24
αὐτὸς
γὰρ
τὴν
ὑπ
οὐρανὸν
πᾶσαν
ἐφορᾷ
εἰδὼς
τὰ
ἐν
τῇ
γῇ
πάντα
ἃ
ἐποίησεν
25
ἀνέμων
σταθμὸν
ὕδατός
τε
μέτρα
26
ὅτε
ἐποίησεν
οὕτως
ὑετὸν
ἠρίθμησεν
καὶ
ὁδὸν
ἐν
τινάγματι
φωνάς
27
τότε
εἶδεν
αὐτὴν
καὶ
ἐξηγήσατο
αὐτήν
ἑτοιμάσας
ἐξιχνίασεν
28
εἶπεν
δὲ
ἀνθρώπῳ
ἰδοὺ
ἡ
θεοσέβειά
ἐστιν
σοφία
τὸ
δὲ
ἀπέχεσθαι
ἀπὸ
κακῶν
ἐστιν
ἐπιστήμη
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss