Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Esther
3
Ἐσθήρ
1
2
3
4
5
…
8
9
10
1
μετὰ
δὲ
ταῦτα
ἐδόξασεν
ὁ
βασιλεὺς
Ἀρταξέρξης
Αμαν
Αμαδαθου
Βουγαῗον
καὶ
ὕψωσεν
αὐτόν
καὶ
ἐπρωτοβάθρει
πάντων
τῶν
φίλων
αὐτοῦ
2
καὶ
πάντες
οἱ
ἐν
τῇ
αὐλῇ
προσεκύνουν
αὐτῷ
οὕτως
γὰρ
προσέταξεν
ὁ
βασιλεὺς
ποιῆσαι
ὁ
δὲ
Μαρδοχαῗος
οὐ
προσεκύνει
αὐτῷ
3
καὶ
ἐλάλησαν
οἱ
ἐν
τῇ
αὐλῇ
τοῦ
βασιλέως
τῷ
Μαρδοχαίῳ
Μαρδοχαῗε
τί
παρακούεις
τὰ
ὑπὸ
τοῦ
βασιλέως
λεγόμενα
4
καθ
ἑκάστην
ἡμέραν
ἐλάλουν
αὐτῷ
καὶ
οὐχ
ὑπήκουεν
αὐτῶν
καὶ
ὑπέδειξαν
τῷ
Αμαν
Μαρδοχαῗον
τοῗς
τοῦ
βασιλέως
λόγοις
ἀντιτασσόμενον
καὶ
ὑπέδειξεν
αὐτοῗς
ὁ
Μαρδοχαῗος
ὅτι
Ιουδαῗός
ἐστιν
5
καὶ
ἐπιγνοὺς
Αμαν
ὅτι
οὐ
προσκυνεῗ
αὐτῷ
Μαρδοχαῗος
ἐθυμώθη
σφόδρα
6
καὶ
ἐβουλεύσατο
ἀφανίσαι
πάντας
τοὺς
ὑπὸ
τὴν
Ἀρταξέρξου
βασιλείαν
Ιουδαίους
7
καὶ
ἐποίησεν
ψήφισμα
ἐν
ἔτει
δωδεκάτῳ
τῆς
βασιλείας
Ἀρταξέρξου
καὶ
ἔβαλεν
κλήρους
ἡμέραν
ἐξ
ἡμέρας
καὶ
μῆνα
ἐκ
μηνὸς
ὥστε
ἀπολέσαι
ἐν
μιᾷ
ἡμέρᾳ
τὸ
γένος
Μαρδοχαίου
καὶ
ἔπεσεν
ὁ
κλῆρος
εἰς
τὴν
τεσσαρεσκαιδεκάτην
τοῦ
μηνός
ὅς
ἐστιν
Αδαρ
8
καὶ
ἐλάλησεν
πρὸς
τὸν
βασιλέα
Ἀρταξέρξην
λέγων
ὑπάρχει
ἔθνος
διεσπαρμένον
ἐν
τοῗς
ἔθνεσιν
ἐν
πάσῃ
τῇ
βασιλείᾳ
σου
οἱ
δὲ
νόμοι
αὐτῶν
ἔξαλλοι
παρὰ
πάντα
τὰ
ἔθνη
τῶν
δὲ
νόμων
τοῦ
βασιλέως
παρακούουσιν
καὶ
οὐ
συμφέρει
τῷ
βασιλεῗ
ἐᾶσαι
αὐτούς
9
εἰ
δοκεῗ
τῷ
βασιλεῗ
δογματισάτω
ἀπολέσαι
αὐτούς
κἀγὼ
διαγράψω
εἰς
τὸ
γαζοφυλάκιον
τοῦ
βασιλέως
ἀργυρίου
τάλαντα
μύρια
10
καὶ
περιελόμενος
ὁ
βασιλεὺς
τὸν
δακτύλιον
ἔδωκεν
εἰς
χεῗρα
τῷ
Αμαν
σφραγίσαι
κατὰ
τῶν
γεγραμμένων
κατὰ
τῶν
Ιουδαίων
11
καὶ
εἶπεν
ὁ
βασιλεὺς
τῷ
Αμαν
τὸ
μὲν
ἀργύριον
ἔχε
τῷ
δὲ
ἔθνει
χρῶ
ὡς
βούλει
12
καὶ
ἐκλήθησαν
οἱ
γραμματεῗς
τοῦ
βασιλέως
μηνὶ
πρώτῳ
τῇ
τρισκαιδεκάτῃ
καὶ
ἔγραψαν
ὡς
ἐπέταξεν
Αμαν
τοῗς
στρατηγοῗς
καὶ
τοῗς
ἄρχουσιν
κατὰ
πᾶσαν
χώραν
ἀπὸ
Ἰνδικῆς
ἕως
τῆς
Αἰθιοπίας
ταῗς
ἑκατὸν
εἴκοσι
ἑπτὰ
χώραις
τοῗς
τε
ἄρχουσι
τῶν
ἐθνῶν
κατὰ
τὴν
αὐτῶν
λέξιν
δι
Ἀρταξέρξου
τοῦ
βασιλέως
13
καὶ
ἀπεστάλη
διὰ
βιβλιαφόρων
εἰς
τὴν
Ἀρταξέρξου
βασιλείαν
ἀφανίσαι
τὸ
γένος
τῶν
Ιουδαίων
ἐν
ἡμέρᾳ
μιᾷ
μηνὸς
δωδεκάτου
ὅς
ἐστιν
Αδαρ
καὶ
διαρπάσαι
τὰ
ὑπάρχοντα
αὐτῶν
14
τὰ
δὲ
ἀντίγραφα
τῶν
ἐπιστολῶν
ἐξετίθετο
κατὰ
χώραν
καὶ
προσετάγη
πᾶσι
τοῗς
ἔθνεσιν
ἑτοίμους
εἶναι
εἰς
τὴν
ἡμέραν
ταύτην
15
ἐσπεύδετο
δὲ
τὸ
πρᾶγμα
καὶ
εἰς
Σουσαν
ὁ
δὲ
βασιλεὺς
καὶ
Αμαν
ἐκωθωνίζοντο
ἐταράσσετο
δὲ
ἡ
πόλις
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss