Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Ezra
9
Ἔσδρας Αʹ
1
2
3
…
7
8
9
10
1
καὶ
ὡς
ἐτελέσθη
ταῦτα
ἤγγισαν
πρός
με
οἱ
ἄρχοντες
λέγοντες
οὐκ
ἐχωρίσθη
ὁ
λαὸς
Ισραηλ
καὶ
οἱ
ἱερεῗς
καὶ
οἱ
Λευῗται
ἀπὸ
λαῶν
τῶν
γαιῶν
ἐν
μακρύμμασιν
αὐτῶν
τῷ
Χανανι
ὁ
Εθι
ὁ
Φερεζι
ὁ
Ιεβουσι
ὁ
Αμμωνι
ὁ
Μωαβι
ὁ
Μοσερι
καὶ
ὁ
Αμορι
2
ὅτι
ἐλάβοσαν
ἀπὸ
θυγατέρων
αὐτῶν
ἑαυτοῗς
καὶ
τοῗς
υἱοῗς
αὐτῶν
καὶ
παρήχθη
σπέρμα
τὸ
ἅγιον
ἐν
λαοῗς
τῶν
γαιῶν
καὶ
χεὶρ
τῶν
ἀρχόντων
ἐν
τῇ
ἀσυνθεσίᾳ
ταύτῃ
ἐν
ἀρχῇ
3
καὶ
ὡς
ἤκουσα
τὸν
λόγον
τοῦτον
διέρρηξα
τὰ
ἱμάτιά
μου
καὶ
ἐπαλλόμην
καὶ
ἔτιλλον
ἀπὸ
τῶν
τριχῶν
τῆς
κεφαλῆς
μου
καὶ
ἀπὸ
τοῦ
πώγωνός
μου
καὶ
ἐκαθήμην
ἠρεμάζων
4
καὶ
συνήχθησαν
πρός
με
πᾶς
ὁ
διώκων
λόγον
θεοῦ
Ισραηλ
ἐπὶ
ἀσυνθεσίᾳ
τῆς
ἀποικίας
καὶ
ἐγὼ
καθήμενος
ἠρεμάζων
ἕως
τῆς
θυσίας
τῆς
ἑσπερινῆς
5
καὶ
ἐν
θυσίᾳ
τῇ
ἑσπερινῇ
ἀνέστην
ἀπὸ
ταπεινώσεώς
μου
καὶ
ἐν
τῷ
διαρρῆξαί
με
τὰ
ἱμάτιά
μου
καὶ
ἐπαλλόμην
καὶ
κλίνω
ἐπὶ
τὰ
γόνατά
μου
καὶ
ἐκπετάζω
τὰς
χεῗράς
μου
πρὸς
κύριον
τὸν
θεὸν
6
καὶ
εἶπα
κύριε
ᾐσχύνθην
καὶ
ἐνετράπην
τοῦ
ὑψῶσαι
τὸ
πρόσωπόν
μου
πρὸς
σέ
ὅτι
αἱ
ἀνομίαι
ἡμῶν
ἐπληθύνθησαν
ὑπὲρ
κεφαλῆς
ἡμῶν
καὶ
αἱ
πλημμέλειαι
ἡμῶν
ἐμεγαλύνθησαν
ἕως
εἰς
οὐρανόν
7
ἀπὸ
ἡμερῶν
πατέρων
ἡμῶν
ἐσμεν
ἐν
πλημμελείᾳ
μεγάλῃ
ἕως
τῆς
ἡμέρας
ταύτης
καὶ
ἐν
ταῗς
ἀνομίαις
ἡμῶν
παρεδόθημεν
ἡμεῗς
καὶ
οἱ
βασιλεῗς
ἡμῶν
καὶ
οἱ
υἱοὶ
ἡμῶν
ἐν
χειρὶ
βασιλέων
τῶν
ἐθνῶν
ἐν
ῥομφαίᾳ
καὶ
ἐν
αἰχμαλωσίᾳ
καὶ
ἐν
διαρπαγῇ
καὶ
ἐν
αἰσχύνῃ
προσώπου
ἡμῶν
ὡς
ἡ
ἡμέρα
αὕτη
8
καὶ
νῦν
ἐπιεικεύσατο
ἡμῗν
κύριος
ὁ
θεὸς
ἡμῶν
τοῦ
καταλιπεῗν
ἡμῗν
εἰς
σωτηρίαν
καὶ
δοῦναι
ἡμῗν
στήριγμα
ἐν
τόπῳ
ἁγιάσματος
αὐτοῦ
τοῦ
φωτίσαι
ὀφθαλμοὺς
ἡμῶν
καὶ
δοῦναι
ζωοποίησιν
μικρὰν
ἐν
τῇ
δουλείᾳ
ἡμῶν
9
ὅτι
δοῦλοί
ἐσμεν
καὶ
ἐν
τῇ
δουλείᾳ
ἡμῶν
οὐκ
ἐγκατέλιπεν
ἡμᾶς
κύριος
ὁ
θεὸς
ἡμῶν
καὶ
ἔκλινεν
ἐφ
ἡμᾶς
ἔλεος
ἐνώπιον
βασιλέων
Περσῶν
δοῦναι
ἡμῗν
ζωοποίησιν
τοῦ
ὑψῶσαι
αὐτοὺς
τὸν
οἶκον
τοῦ
θεοῦ
ἡμῶν
καὶ
ἀναστῆσαι
τὰ
ἔρημα
αὐτῆς
καὶ
τοῦ
δοῦναι
ἡμῗν
φραγμὸν
ἐν
Ιουδα
καὶ
ἐν
Ιερουσαλημ
10
τί
εἴπωμεν
ὁ
θεὸς
ἡμῶν
μετὰ
τοῦτο
ὅτι
ἐγκατελίπομεν
ἐντολάς
σου
11
ἃς
ἔδωκας
ἡμῗν
ἐν
χειρὶ
δούλων
σου
τῶν
προφητῶν
λέγων
ἡ
γῆ
εἰς
ἣν
εἰσπορεύεσθε
κληρονομῆσαι
αὐτήν
γῆ
μετακινουμένη
ἐστὶν
ἐν
μετακινήσει
λαῶν
τῶν
ἐθνῶν
ἐν
μακρύμμασιν
αὐτῶν
ὧν
ἔπλησαν
αὐτὴν
ἀπὸ
στόματος
ἐπὶ
στόμα
ἐν
ἀκαθαρσίαις
αὐτῶν
12
καὶ
νῦν
τὰς
θυγατέρας
ὑμῶν
μὴ
δῶτε
τοῗς
υἱοῗς
αὐτῶν
καὶ
ἀπὸ
τῶν
θυγατέρων
αὐτῶν
μὴ
λάβητε
τοῗς
υἱοῗς
ὑμῶν
καὶ
οὐκ
ἐκζητήσετε
εἰρήνην
αὐτῶν
καὶ
ἀγαθὸν
αὐτῶν
ἕως
αἰῶνος
ὅπως
ἐνισχύσητε
καὶ
φάγητε
τὰ
ἀγαθὰ
τῆς
γῆς
καὶ
κληροδοτήσητε
τοῗς
υἱοῗς
ὑμῶν
ἕως
αἰῶνος
13
καὶ
μετὰ
πᾶν
τὸ
ἐρχόμενον
ἐφ
ἡμᾶς
ἐν
ποιήμασιν
ἡμῶν
τοῗς
πονηροῗς
καὶ
ἐν
πλημμελείᾳ
ἡμῶν
τῇ
μεγάλῃ
ὅτι
οὐκ
ἔστιν
ὡς
ὁ
θεὸς
ἡμῶν
ὅτι
ἐκούφισας
ἡμῶν
τὰς
ἀνομίας
καὶ
ἔδωκας
ἡμῗν
σωτηρίαν
14
ὅτι
ἐπεστρέψαμεν
διασκεδάσαι
ἐντολάς
σου
καὶ
ἐπιγαμβρεῦσαι
τοῗς
λαοῗς
τῶν
γαιῶν
μὴ
παροξυνθῇς
ἐν
ἡμῗν
ἕως
συντελείας
τοῦ
μὴ
εἶναι
ἐγκατάλειμμα
καὶ
διασῳζόμενον
15
κύριε
ὁ
θεὸς
Ισραηλ
δίκαιος
σύ
ὅτι
κατελείφθημεν
διασῳζόμενοι
ὡς
ἡ
ἡμέρα
αὕτη
ἰδοὺ
ἡμεῗς
ἐναντίον
σου
ἐν
πλημμελείαις
ἡμῶν
ὅτι
οὐκ
ἔστιν
στῆναι
ἐνώπιόν
σου
ἐπὶ
τούτῳ
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss