Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
2 Chronicles
17
Παραλειπομένων Βʹ
1
2
3
…
15
16
17
18
19
…
34
35
36
1
καὶ
ἐβασίλευσεν
Ιωσαφατ
υἱὸς
αὐτοῦ
ἀντ
αὐτοῦ
καὶ
κατίσχυσεν
Ιωσαφατ
ἐπὶ
τὸν
Ισραηλ
2
καὶ
ἔδωκεν
δύναμιν
ἐν
πάσαις
ταῗς
πόλεσιν
Ιουδα
ταῗς
ὀχυραῗς
καὶ
κατέστησεν
ἡγουμένους
ἐν
πάσαις
ταῗς
πόλεσιν
Ιουδα
καὶ
ἐν
πόλεσιν
Εφραιμ
ἃς
προκατελάβετο
Ασα
ὁ
πατὴρ
αὐτοῦ
3
καὶ
ἐγένετο
κύριος
μετὰ
Ιωσαφατ
ὅτι
ἐπορεύθη
ἐν
ὁδοῗς
τοῦ
πατρὸς
αὐτοῦ
ταῗς
πρώταις
καὶ
οὐκ
ἐξεζήτησεν
τὰ
εἴδωλα
4
ἀλλὰ
κύριον
τὸν
θεὸν
τοῦ
πατρὸς
αὐτοῦ
ἐξεζήτησεν
καὶ
ἐν
ταῗς
ἐντολαῗς
τοῦ
πατρὸς
αὐτοῦ
ἐπορεύθη
καὶ
οὐχ
ὡς
τοῦ
Ισραηλ
τὰ
ἔργα
5
καὶ
κατηύθυνεν
κύριος
τὴν
βασιλείαν
ἐν
χειρὶ
αὐτοῦ
καὶ
ἔδωκεν
πᾶς
Ιουδα
δῶρα
τῷ
Ιωσαφατ
καὶ
ἐγένετο
αὐτῷ
πλοῦτος
καὶ
δόξα
πολλή
6
καὶ
ὑψώθη
καρδία
αὐτοῦ
ἐν
ὁδῷ
κυρίου
καὶ
ἔτι
ἐξῆρεν
τὰ
ὑψηλὰ
καὶ
τὰ
ἄλση
ἀπὸ
τῆς
γῆς
Ιουδα
7
καὶ
ἐν
τῷ
τρίτῳ
ἔτει
τῆς
βασιλείας
αὐτοῦ
ἀπέστειλεν
τοὺς
ἡγουμένους
αὐτοῦ
καὶ
τοὺς
υἱοὺς
τῶν
δυνατῶν
τὸν
Αβδιαν
καὶ
Ζαχαριαν
καὶ
Ναθαναηλ
καὶ
Μιχαιαν
διδάσκειν
ἐν
πόλεσιν
Ιουδα
8
καὶ
μετ
αὐτῶν
οἱ
Λευῗται
Σαμουιας
καὶ
Ναθανιας
καὶ
Ζαβδιας
καὶ
Ασιηλ
καὶ
Σεμιραμωθ
καὶ
Ιωναθαν
καὶ
Αδωνιας
καὶ
Τωβιας
οἱ
Λευῗται
καὶ
μετ
αὐτῶν
Ελισαμα
καὶ
Ιωραμ
οἱ
ἱερεῗς
9
καὶ
ἐδίδασκον
ἐν
Ιουδα
καὶ
μετ
αὐτῶν
βύβλος
νόμου
κυρίου
καὶ
διῆλθον
ἐν
ταῗς
πόλεσιν
Ιουδα
καὶ
ἐδίδασκον
τὸν
λαόν
10
καὶ
ἐγένετο
ἔκστασις
κυρίου
ἐπὶ
πάσαις
ταῗς
βασιλείαις
τῆς
γῆς
ταῗς
κύκλῳ
Ιουδα
καὶ
οὐκ
ἐπολέμουν
πρὸς
Ιωσαφατ
11
καὶ
ἀπὸ
τῶν
ἀλλοφύλων
ἔφερον
τῷ
Ιωσαφατ
δῶρα
καὶ
ἀργύριον
καὶ
δόματα
καὶ
οἱ
Ἄραβες
ἔφερον
αὐτῷ
κριοὺς
προβάτων
ἑπτακισχιλίους
ἑπτακοσίους
12
καὶ
ἦν
Ιωσαφατ
πορευόμενος
μείζων
ἕως
εἰς
ὕψος
καὶ
ᾠκοδόμησεν
οἰκήσεις
ἐν
τῇ
Ιουδαίᾳ
καὶ
πόλεις
ὀχυράς
13
καὶ
ἔργα
πολλὰ
ἐγένετο
αὐτῷ
ἐν
τῇ
Ιουδαίᾳ
καὶ
ἄνδρες
πολεμισταὶ
δυνατοὶ
ἰσχύοντες
ἐν
Ιερουσαλημ
14
καὶ
οὗτος
ἀριθμὸς
αὐτῶν
κατ
οἴκους
πατριῶν
αὐτῶν
τῷ
Ιουδα
χιλίαρχοι
Εδνας
ὁ
ἄρχων
καὶ
μετ
αὐτοῦ
υἱοὶ
δυνατοὶ
δυνάμεως
τριακόσιαι
χιλιάδες
15
καὶ
μετ
αὐτὸν
Ιωαναν
ὁ
ἡγούμενος
καὶ
μετ
αὐτοῦ
διακόσιαι
ὀγδοήκοντα
χιλιάδες
16
καὶ
μετ
αὐτὸν
Αμασιας
ὁ
τοῦ
Ζαχρι
ὁ
προθυμούμενος
τῷ
κυρίῳ
καὶ
μετ
αὐτοῦ
διακόσιαι
χιλιάδες
δυνατοὶ
δυνάμεως
17
καὶ
ἐκ
τοῦ
Βενιαμιν
δυνατὸς
δυνάμεως
Ελιαδα
καὶ
μετ
αὐτοῦ
τοξόται
καὶ
πελτασταὶ
διακόσιαι
χιλιάδες
18
καὶ
μετ
αὐτὸν
Ιωζαβαδ
καὶ
μετ
αὐτοῦ
ἑκατὸν
ὀγδοήκοντα
χιλιάδες
δυνατοὶ
πολέμου
19
οὗτοι
οἱ
λειτουργοῦντες
τῷ
βασιλεῗ
ἐκτὸς
ὧν
ἔδωκεν
ὁ
βασιλεὺς
ἐν
ταῗς
πόλεσιν
ταῗς
ὀχυραῗς
ἐν
πάσῃ
τῇ
Ιουδαίᾳ
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss