Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
2 Kings
12
Βασιλειῶν Δʹ
1
2
3
…
10
11
12
13
14
…
23
24
25
1
ἐν
ἔτει
ἑβδόμῳ
τῷ
Ιου
ἐβασίλευσεν
Ιωας
καὶ
τεσσαράκοντα
ἔτη
ἐβασίλευσεν
ἐν
Ιερουσαλημ
καὶ
ὄνομα
τῆς
μητρὸς
αὐτοῦ
Αβια
ἐκ
τῆς
Βηρσαβεε
2
καὶ
ἐποίησεν
Ιωας
τὸ
εὐθὲς
ἐνώπιον
κυρίου
πάσας
τὰς
ἡμέρας
ἃς
ἐφώτισεν
αὐτὸν
Ιωδαε
ὁ
ἱερεύς
3
πλὴν
τῶν
ὑψηλῶν
οὐ
μετεστάθησαν
καὶ
ἐκεῗ
ἔτι
ὁ
λαὸς
ἐθυσίαζεν
καὶ
ἐθυμίων
ἐν
τοῗς
ὑψηλοῗς
4
καὶ
εἶπεν
Ιωας
πρὸς
τοὺς
ἱερεῗς
πᾶν
τὸ
ἀργύριον
τῶν
ἁγίων
τὸ
εἰσοδιαζόμενον
ἐν
τῷ
οἴκῳ
κυρίου
ἀργύριον
συντιμήσεως
ἀνὴρ
ἀργύριον
λαβὼν
συντιμήσεως
πᾶν
ἀργύριον
ὃ
ἐὰν
ἀναβῇ
ἐπὶ
καρδίαν
ἀνδρὸς
ἐνεγκεῗν
ἐν
οἴκῳ
κυρίου
5
λαβέτωσαν
ἑαυτοῗς
οἱ
ἱερεῗς
ἀνὴρ
ἀπὸ
τῆς
πράσεως
αὐτῶν
καὶ
αὐτοὶ
κρατήσουσιν
τὸ
βεδεκ
τοῦ
οἴκου
εἰς
πάντα
οὗ
ἐὰν
εὑρεθῇ
ἐκεῗ
βεδεκ
6
καὶ
ἐγενήθη
ἐν
τῷ
εἰκοστῷ
καὶ
τρίτῳ
ἔτει
τῷ
βασιλεῗ
Ιωας
οὐκ
ἐκραταίωσαν
οἱ
ἱερεῗς
τὸ
βεδεκ
τοῦ
οἴκου
7
καὶ
ἐκάλεσεν
Ιωας
ὁ
βασιλεὺς
Ιωδαε
τὸν
ἱερέα
καὶ
τοὺς
ἱερεῗς
καὶ
εἶπεν
πρὸς
αὐτούς
τί
ὅτι
οὐκ
ἐκραταιοῦτε
τὸ
βεδεκ
τοῦ
οἴκου
καὶ
νῦν
μὴ
λάβητε
ἀργύριον
ἀπὸ
τῶν
πράσεων
ὑμῶν
ὅτι
εἰς
τὸ
βεδεκ
τοῦ
οἴκου
δώσετε
αὐτό
8
καὶ
συνεφώνησαν
οἱ
ἱερεῗς
τοῦ
μὴ
λαβεῗν
ἀργύριον
παρὰ
τοῦ
λαοῦ
καὶ
τοῦ
μὴ
ἐνισχῦσαι
τὸ
βεδεκ
τοῦ
οἴκου
9
καὶ
ἔλαβεν
Ιωδαε
ὁ
ἱερεὺς
κιβωτὸν
μίαν
καὶ
ἔτρησεν
τρώγλην
ἐπὶ
τῆς
σανίδος
αὐτῆς
καὶ
ἔδωκεν
αὐτὴν
παρὰ
ιαμιβιν
ἐν
τῷ
οἴκῳ
ἀνδρὸς
οἴκου
κυρίου
καὶ
ἔδωκαν
οἱ
ἱερεῗς
οἱ
φυλάσσοντες
τὸν
σταθμὸν
πᾶν
τὸ
ἀργύριον
τὸ
εὑρεθὲν
ἐν
οἴκῳ
κυρίου
10
καὶ
ἐγένετο
ὡς
εἶδον
ὅτι
πολὺ
τὸ
ἀργύριον
ἐν
τῇ
κιβωτῷ
καὶ
ἀνέβη
ὁ
γραμματεὺς
τοῦ
βασιλέως
καὶ
ὁ
ἱερεὺς
ὁ
μέγας
καὶ
ἔσφιγξαν
καὶ
ἠρίθμησαν
τὸ
ἀργύριον
τὸ
εὑρεθὲν
ἐν
οἴκῳ
κυρίου
11
καὶ
ἔδωκαν
τὸ
ἀργύριον
τὸ
ἑτοιμασθὲν
ἐπὶ
χεῗρας
ποιούντων
τὰ
ἔργα
τῶν
ἐπισκόπων
οἴκου
κυρίου
καὶ
ἐξέδοσαν
τοῗς
τέκτοσιν
τῶν
ξύλων
καὶ
τοῗς
οἰκοδόμοις
τοῗς
ποιοῦσιν
ἐν
οἴκῳ
κυρίου
12
καὶ
τοῗς
τειχισταῗς
καὶ
τοῗς
λατόμοις
τῶν
λίθων
τοῦ
κτήσασθαι
ξύλα
καὶ
λίθους
λατομητοὺς
τοῦ
κατασχεῗν
τὸ
βεδεκ
οἴκου
κυρίου
εἰς
πάντα
ὅσα
ἐξωδιάσθη
ἐπὶ
τὸν
οἶκον
τοῦ
κραταιῶσαι
13
πλὴν
οὐ
ποιηθήσεται
οἴκῳ
κυρίου
θύραι
ἀργυραῗ
ἧλοι
φιάλαι
καὶ
σάλπιγγες
πᾶν
σκεῦος
χρυσοῦν
καὶ
σκεῦος
ἀργυροῦν
ἐκ
τοῦ
ἀργυρίου
τοῦ
εἰσενεχθέντος
ἐν
οἴκῳ
κυρίου
14
ὅτι
τοῗς
ποιοῦσιν
τὰ
ἔργα
δώσουσιν
αὐτό
καὶ
ἐκραταίωσαν
ἐν
αὐτῷ
τὸν
οἶκον
κυρίου
15
καὶ
οὐκ
ἐξελογίζοντο
τοὺς
ἄνδρας
οἷς
ἐδίδουν
τὸ
ἀργύριον
ἐπὶ
χεῗρας
αὐτῶν
δοῦναι
τοῗς
ποιοῦσιν
τὰ
ἔργα
ὅτι
ἐν
πίστει
αὐτῶν
ποιοῦσιν
16
ἀργύριον
περὶ
ἁμαρτίας
καὶ
ἀργύριον
περὶ
πλημμελείας
ὅ
τι
εἰσηνέχθη
ἐν
οἴκῳ
κυρίου
τοῗς
ἱερεῦσιν
ἐγένετο
17
τότε
ἀνέβη
Αζαηλ
βασιλεὺς
Συρίας
καὶ
ἐπολέμησεν
ἐπὶ
Γεθ
καὶ
προκατελάβετο
αὐτήν
καὶ
ἔταξεν
Αζαηλ
τὸ
πρόσωπον
αὐτοῦ
ἀναβῆναι
ἐπὶ
Ιερουσαλημ
18
καὶ
ἔλαβεν
Ιωας
βασιλεὺς
Ιουδα
πάντα
τὰ
ἅγια
ὅσα
ἡγίασεν
Ιωσαφατ
καὶ
Ιωραμ
καὶ
Οχοζιας
οἱ
πατέρες
αὐτοῦ
καὶ
βασιλεῗς
Ιουδα
καὶ
τὰ
ἅγια
αὐτοῦ
καὶ
πᾶν
τὸ
χρυσίον
τὸ
εὑρεθὲν
ἐν
θησαυροῗς
οἴκου
κυρίου
καὶ
οἴκου
τοῦ
βασιλέως
καὶ
ἀπέστειλεν
τῷ
Αζαηλ
βασιλεῗ
Συρίας
καὶ
ἀνέβη
ἀπὸ
Ιερουσαλημ
19
καὶ
τὰ
λοιπὰ
τῶν
λόγων
Ιωας
καὶ
πάντα
ὅσα
ἐποίησεν
οὐκ
ἰδοὺ
ταῦτα
γεγραμμένα
ἐπὶ
βιβλίῳ
λόγων
τῶν
ἡμερῶν
τοῗς
βασιλεῦσιν
Ιουδα
20
καὶ
ἀνέστησαν
οἱ
δοῦλοι
αὐτοῦ
καὶ
ἔδησαν
πάντα
σύνδεσμον
καὶ
ἐπάταξαν
τὸν
Ιωας
ἐν
οἴκῳ
Μαλλω
τῷ
ἐν
Γααλλα
21
καὶ
Ιεζιχαρ
υἱὸς
Ιεμουαθ
καὶ
Ιεζεβουθ
ὁ
υἱὸς
αὐτοῦ
Σωμηρ
οἱ
δοῦλοι
αὐτοῦ
ἐπάταξαν
αὐτόν
καὶ
ἀπέθανεν
καὶ
ἔθαψαν
αὐτὸν
μετὰ
τῶν
πατέρων
αὐτοῦ
ἐν
πόλει
Δαυιδ
καὶ
ἐβασίλευσεν
Αμεσσιας
υἱὸς
αὐτοῦ
ἀντ
αὐτοῦ
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss