Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
2 Samuel
4
Βασιλειῶν Βʹ
1
2
3
4
5
6
…
22
23
24
1
καὶ
ἤκουσεν
Μεμφιβοσθε
υἱὸς
Σαουλ
ὅτι
τέθνηκεν
Αβεννηρ
ἐν
Χεβρων
καὶ
ἐξελύθησαν
αἱ
χεῗρες
αὐτοῦ
καὶ
πάντες
οἱ
ἄνδρες
Ισραηλ
παρείθησαν
2
καὶ
δύο
ἄνδρες
ἡγούμενοι
συστρεμμάτων
τῷ
Μεμφιβοσθε
υἱῷ
Σαουλ
ὄνομα
τῷ
ἑνὶ
Βαανα
καὶ
ὄνομα
τῷ
δευτέρῳ
Ρηχαβ
υἱοὶ
Ρεμμων
τοῦ
Βηρωθαίου
ἐκ
τῶν
υἱῶν
Βενιαμιν
ὅτι
Βηρωθ
ἐλογίζετο
τοῗς
υἱοῗς
Βενιαμιν
3
καὶ
ἀπέδρασαν
οἱ
Βηρωθαῗοι
εἰς
Γεθθαιμ
καὶ
ἦσαν
ἐκεῗ
παροικοῦντες
ἕως
τῆς
ἡμέρας
ταύτης
4
καὶ
τῷ
Ιωναθαν
υἱῷ
Σαουλ
υἱὸς
πεπληγὼς
τοὺς
πόδας
υἱὸς
ἐτῶν
πέντε
οὗτος
ἐν
τῷ
ἐλθεῗν
τὴν
ἀγγελίαν
Σαουλ
καὶ
Ιωναθαν
τοῦ
υἱοῦ
αὐτοῦ
ἐξ
Ιεζραελ
καὶ
ἦρεν
αὐτὸν
ἡ
τιθηνὸς
αὐτοῦ
καὶ
ἔφυγεν
καὶ
ἐγένετο
ἐν
τῷ
σπεύδειν
αὐτὴν
καὶ
ἀναχωρεῗν
καὶ
ἔπεσεν
καὶ
ἐχωλάνθη
καὶ
ὄνομα
αὐτῷ
Μεμφιβοσθε
5
καὶ
ἐπορεύθησαν
υἱοὶ
Ρεμμων
τοῦ
Βηρωθαίου
Ρεκχα
καὶ
Βαανα
καὶ
εἰσῆλθον
ἐν
τῷ
καύματι
τῆς
ἡμέρας
εἰς
οἶκον
Μεμφιβοσθε
καὶ
αὐτὸς
ἐκάθευδεν
ἐν
τῇ
κοίτῃ
τῆς
μεσημβρίας
6
καὶ
ἰδοὺ
ἡ
θυρωρὸς
τοῦ
οἴκου
ἐκάθαιρεν
πυροὺς
καὶ
ἐνύσταξεν
καὶ
ἐκάθευδεν
καὶ
Ρεκχα
καὶ
Βαανα
οἱ
ἀδελφοὶ
διέλαθον
7
καὶ
εἰσῆλθον
εἰς
τὸν
οἶκον
καὶ
Μεμφιβοσθε
ἐκάθευδεν
ἐπὶ
τῆς
κλίνης
αὐτοῦ
ἐν
τῷ
κοιτῶνι
αὐτοῦ
καὶ
τύπτουσιν
αὐτὸν
καὶ
θανατοῦσιν
καὶ
ἀφαιροῦσιν
τὴν
κεφαλὴν
αὐτοῦ
καὶ
ἔλαβον
τὴν
κεφαλὴν
αὐτοῦ
καὶ
ἀπῆλθον
ὁδὸν
τὴν
κατὰ
δυσμὰς
ὅλην
τὴν
νύκτα
8
καὶ
ἤνεγκαν
τὴν
κεφαλὴν
Μεμφιβοσθε
τῷ
Δαυιδ
εἰς
Χεβρων
καὶ
εἶπαν
πρὸς
τὸν
βασιλέα
ἰδοὺ
ἡ
κεφαλὴ
Μεμφιβοσθε
υἱοῦ
Σαουλ
τοῦ
ἐχθροῦ
σου
ὃς
ἐζήτει
τὴν
ψυχήν
σου
καὶ
ἔδωκεν
κύριος
τῷ
κυρίῳ
βασιλεῗ
ἐκδίκησιν
τῶν
ἐχθρῶν
αὐτοῦ
ὡς
ἡ
ἡμέρα
αὕτη
ἐκ
Σαουλ
τοῦ
ἐχθροῦ
σου
καὶ
ἐκ
τοῦ
σπέρματος
αὐτοῦ
9
καὶ
ἀπεκρίθη
Δαυιδ
τῷ
Ρεκχα
καὶ
τῷ
Βαανα
ἀδελφῷ
αὐτοῦ
υἱοῗς
Ρεμμων
τοῦ
Βηρωθαίου
καὶ
εἶπεν
αὐτοῗς
ζῇ
κύριος
ὃς
ἐλυτρώσατο
τὴν
ψυχήν
μου
ἐκ
πάσης
θλίψεως
10
ὅτι
ὁ
ἀπαγγείλας
μοι
ὅτι
τέθνηκεν
Σαουλ
καὶ
αὐτὸς
ἦν
ὡς
εὐαγγελιζόμενος
ἐνώπιόν
μου
καὶ
κατέσχον
αὐτὸν
καὶ
ἀπέκτεινα
ἐν
Σεκελακ
ᾧ
ἔδει
με
δοῦναι
εὐαγγέλια
11
καὶ
νῦν
ἄνδρες
πονηροὶ
ἀπεκτάγκασιν
ἄνδρα
δίκαιον
ἐν
τῷ
οἴκῳ
αὐτοῦ
ἐπὶ
τῆς
κοίτης
αὐτοῦ
καὶ
νῦν
ἐκζητήσω
τὸ
αἷμα
αὐτοῦ
ἐκ
χειρὸς
ὑμῶν
καὶ
ἐξολεθρεύσω
ὑμᾶς
ἐκ
τῆς
γῆς
12
καὶ
ἐνετείλατο
Δαυιδ
τοῗς
παιδαρίοις
αὐτοῦ
καὶ
ἀποκτέννουσιν
αὐτοὺς
καὶ
κολοβοῦσιν
τὰς
χεῗρας
αὐτῶν
καὶ
τοὺς
πόδας
αὐτῶν
καὶ
ἐκρέμασαν
αὐτοὺς
ἐπὶ
τῆς
κρήνης
ἐν
Χεβρων
καὶ
τὴν
κεφαλὴν
Μεμφιβοσθε
ἔθαψαν
ἐν
τῷ
τάφῳ
Αβεννηρ
υἱοῦ
Νηρ
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss