Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
2 Samuel
21
Βασιλειῶν Βʹ
1
2
3
…
19
20
21
22
23
24
1
καὶ
ἐγένετο
λιμὸς
ἐν
ταῗς
ἡμέραις
Δαυιδ
τρία
ἔτη
ἐνιαυτὸς
ἐχόμενος
ἐνιαυτοῦ
καὶ
ἐζήτησεν
Δαυιδ
τὸ
πρόσωπον
τοῦ
κυρίου
καὶ
εἶπεν
κύριος
ἐπὶ
Σαουλ
καὶ
ἐπὶ
τὸν
οἶκον
αὐτοῦ
ἀδικία
διὰ
τὸ
αὐτὸν
θανάτῳ
αἱμάτων
περὶ
οὗ
ἐθανάτωσεν
τοὺς
Γαβαωνίτας
2
καὶ
ἐκάλεσεν
ὁ
βασιλεὺς
Δαυιδ
τοὺς
Γαβαωνίτας
καὶ
εἶπεν
πρὸς
αὐτούς
καὶ
οἱ
Γαβαωνῗται
οὐχ
υἱοὶ
Ισραηλ
εἰσίν
ὅτι
ἀλλ
ἢ
ἐκ
τοῦ
λείμματος
τοῦ
Αμορραίου
καὶ
οἱ
υἱοὶ
Ισραηλ
ὤμοσαν
αὐτοῗς
καὶ
ἐζήτησεν
Σαουλ
πατάξαι
αὐτοὺς
ἐν
τῷ
ζηλῶσαι
αὐτὸν
τοὺς
υἱοὺς
Ισραηλ
καὶ
Ιουδα
3
καὶ
εἶπεν
Δαυιδ
πρὸς
τοὺς
Γαβαωνίτας
τί
ποιήσω
ὑμῗν
καὶ
ἐν
τίνι
ἐξιλάσομαι
καὶ
εὐλογήσετε
τὴν
κληρονομίαν
κυρίου
4
καὶ
εἶπαν
αὐτῷ
οἱ
Γαβαωνῗται
οὐκ
ἔστιν
ἡμῗν
ἀργύριον
καὶ
χρυσίον
μετὰ
Σαουλ
καὶ
μετὰ
τοῦ
οἴκου
αὐτοῦ
καὶ
οὐκ
ἔστιν
ἡμῗν
ἀνὴρ
θανατῶσαι
ἐν
Ισραηλ
καὶ
εἶπεν
τί
ὑμεῗς
λέγετε
καὶ
ποιήσω
ὑμῗν
5
καὶ
εἶπαν
πρὸς
τὸν
βασιλέα
ὁ
ἀνὴρ
συνετέλεσεν
ἐφ
ἡμᾶς
καὶ
ἐδίωξεν
ἡμᾶς
ὃς
παρελογίσατο
ἐξολεθρεῦσαι
ἡμᾶς
ἀφανίσωμεν
αὐτὸν
τοῦ
μὴ
ἑστάναι
αὐτὸν
ἐν
παντὶ
ὁρίῳ
Ισραηλ
6
δότω
ἡμῗν
ἑπτὰ
ἄνδρας
ἐκ
τῶν
υἱῶν
αὐτοῦ
καὶ
ἐξηλιάσωμεν
αὐτοὺς
τῷ
κυρίῳ
ἐν
Γαβαων
Σαουλ
ἐκλεκτοὺς
κυρίου
καὶ
εἶπεν
ὁ
βασιλεύς
ἐγὼ
δώσω
7
καὶ
ἐφείσατο
ὁ
βασιλεὺς
ἐπὶ
Μεμφιβοσθε
υἱὸν
Ιωναθαν
υἱοῦ
Σαουλ
διὰ
τὸν
ὅρκον
κυρίου
τὸν
ἀνὰ
μέσον
αὐτῶν
ἀνὰ
μέσον
Δαυιδ
καὶ
ἀνὰ
μέσον
Ιωναθαν
υἱοῦ
Σαουλ
8
καὶ
ἔλαβεν
ὁ
βασιλεὺς
τοὺς
δύο
υἱοὺς
Ρεσφα
θυγατρὸς
Αια
οὓς
ἔτεκεν
τῷ
Σαουλ
τὸν
Ερμωνι
καὶ
τὸν
Μεμφιβοσθε
καὶ
τοὺς
πέντε
υἱοὺς
Μιχολ
θυγατρὸς
Σαουλ
οὓς
ἔτεκεν
τῷ
Εσριηλ
υἱῷ
Βερζελλι
τῷ
Μοουλαθι
9
καὶ
ἔδωκεν
αὐτοὺς
ἐν
χειρὶ
τῶν
Γαβαωνιτῶν
καὶ
ἐξηλίασαν
αὐτοὺς
ἐν
τῷ
ὄρει
ἔναντι
κυρίου
καὶ
ἔπεσαν
οἱ
ἑπτὰ
αὐτοὶ
ἐπὶ
τὸ
αὐτό
καὶ
αὐτοὶ
δὲ
ἐθανατώθησαν
ἐν
ἡμέραις
θερισμοῦ
ἐν
πρώτοις
ἐν
ἀρχῇ
θερισμοῦ
κριθῶν
10
καὶ
ἔλαβεν
Ρεσφα
θυγάτηρ
Αια
τὸν
σάκκον
καὶ
ἔπηξεν
αὑτῇ
πρὸς
τὴν
πέτραν
ἐν
ἀρχῇ
θερισμοῦ
κριθῶν
ἕως
ἔσταξεν
ἐπ
αὐτοὺς
ὕδωρ
ἐκ
τοῦ
οὐρανοῦ
καὶ
οὐκ
ἔδωκεν
τὰ
πετεινὰ
τοῦ
οὐρανοῦ
καταπαῦσαι
ἐπ
αὐτοὺς
ἡμέρας
καὶ
τὰ
θηρία
τοῦ
ἀγροῦ
νυκτός
11
καὶ
ἀπηγγέλη
τῷ
Δαυιδ
ὅσα
ἐποίησεν
Ρεσφα
θυγάτηρ
Αια
παλλακὴ
Σαουλ
καὶ
ἐξελύθησαν
καὶ
κατέλαβεν
αὐτοὺς
Δαν
υἱὸς
Ιωα
ἐκ
τῶν
ἀπογόνων
τῶν
γιγάντων
12
καὶ
ἐπορεύθη
Δαυιδ
καὶ
ἔλαβεν
τὰ
ὀστᾶ
Σαουλ
καὶ
τὰ
ὀστᾶ
Ιωναθαν
τοῦ
υἱοῦ
αὐτοῦ
παρὰ
τῶν
ἀνδρῶν
υἱῶν
Ιαβις
Γαλααδ
οἳ
ἔκλεψαν
αὐτοὺς
ἐκ
τῆς
πλατείας
Βαιθσαν
ὅτι
ἔστησαν
αὐτοὺς
ἐκεῗ
οἱ
ἀλλόφυλοι
ἐν
ἡμέρᾳ
ᾗ
ἐπάταξαν
οἱ
ἀλλόφυλοι
τὸν
Σαουλ
ἐν
Γελβουε
13
καὶ
ἀνήνεγκεν
ἐκεῗθεν
τὰ
ὀστᾶ
Σαουλ
καὶ
τὰ
ὀστᾶ
Ιωναθαν
τοῦ
υἱοῦ
αὐτοῦ
καὶ
συνήγαγεν
τὰ
ὀστᾶ
τῶν
ἐξηλιασμένων
14
καὶ
ἔθαψαν
τὰ
ὀστᾶ
Σαουλ
καὶ
τὰ
ὀστᾶ
Ιωναθαν
τοῦ
υἱοῦ
αὐτοῦ
καὶ
τῶν
ἡλιασθέντων
ἐν
γῇ
Βενιαμιν
ἐν
τῇ
πλευρᾷ
ἐν
τῷ
τάφῳ
Κις
τοῦ
πατρὸς
αὐτοῦ
καὶ
ἐποίησαν
πάντα
ὅσα
ἐνετείλατο
ὁ
βασιλεύς
καὶ
ἐπήκουσεν
ὁ
θεὸς
τῇ
γῇ
μετὰ
ταῦτα
15
καὶ
ἐγενήθη
ἔτι
πόλεμος
τοῗς
ἀλλοφύλοις
μετὰ
Ισραηλ
καὶ
κατέβη
Δαυιδ
καὶ
οἱ
παῗδες
αὐτοῦ
μετ
αὐτοῦ
καὶ
ἐπολέμησαν
μετὰ
τῶν
ἀλλοφύλων
καὶ
ἐξελύθη
Δαυιδ
16
καὶ
Ιεσβι
ὃς
ἦν
ἐν
τοῗς
ἐκγόνοις
τοῦ
Ραφα
καὶ
ὁ
σταθμὸς
τοῦ
δόρατος
αὐτοῦ
τριακοσίων
σίκλων
ὁλκὴ
χαλκοῦ
καὶ
αὐτὸς
περιεζωσμένος
κορύνην
καὶ
διενοεῗτο
πατάξαι
τὸν
Δαυιδ
17
καὶ
ἐβοήθησεν
αὐτῷ
Αβεσσα
υἱὸς
Σαρουιας
καὶ
ἐπάταξεν
τὸν
ἀλλόφυλον
καὶ
ἐθανάτωσεν
αὐτόν
τότε
ὤμοσαν
οἱ
ἄνδρες
Δαυιδ
λέγοντες
οὐκ
ἐξελεύσῃ
ἔτι
μεθ
ἡμῶν
εἰς
πόλεμον
καὶ
οὐ
μὴ
σβέσῃς
τὸν
λύχνον
Ισραηλ
18
καὶ
ἐγενήθη
μετὰ
ταῦτα
ἔτι
πόλεμος
ἐν
Γεθ
μετὰ
τῶν
ἀλλοφύλων
τότε
ἐπάταξεν
Σεβοχα
ὁ
Αστατωθι
τὸν
Σεφ
τὸν
ἐν
τοῗς
ἐκγόνοις
τοῦ
Ραφα
19
καὶ
ἐγένετο
ὁ
πόλεμος
ἐν
Γοβ
μετὰ
τῶν
ἀλλοφύλων
καὶ
ἐπάταξεν
Ελεαναν
υἱὸς
Αριωργιμ
ὁ
Βαιθλεεμίτης
τὸν
Γολιαθ
τὸν
Γεθθαῗον
καὶ
τὸ
ξύλον
τοῦ
δόρατος
αὐτοῦ
ὡς
ἀντίον
ὑφαινόντων
20
καὶ
ἐγένετο
ἔτι
πόλεμος
ἐν
Γεθ
καὶ
ἦν
ἀνὴρ
Μαδων
καὶ
οἱ
δάκτυλοι
τῶν
χειρῶν
αὐτοῦ
καὶ
οἱ
δάκτυλοι
τῶν
ποδῶν
αὐτοῦ
ἓξ
καὶ
ἕξ
εἴκοσι
τέσσαρες
ἀριθμῷ
καί
γε
αὐτὸς
ἐτέχθη
τῷ
Ραφα
21
καὶ
ὠνείδισεν
τὸν
Ισραηλ
καὶ
ἐπάταξεν
αὐτὸν
Ιωναθαν
υἱὸς
Σεμεϊ
ἀδελφοῦ
Δαυιδ
22
οἱ
τέσσαρες
οὗτοι
ἐτέχθησαν
ἀπόγονοι
τῶν
γιγάντων
ἐν
Γεθ
τῷ
Ραφα
οἶκος
καὶ
ἔπεσαν
ἐν
χειρὶ
Δαυιδ
καὶ
ἐν
χειρὶ
τῶν
δούλων
αὐτοῦ
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss